Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐκ τοῦ Πόντου ἀρτίως ἐξανατείλασαν
ὥσπερ νεόφωτον ἄστρον
ἀσκητικῆς ἀγωγῆς
καὶ Κλεισούραν Καστορίας καταυγάσασαν
φέγγει ἀόκνου προσευχῆς,
κατατήξεως σαρκὸς
ἐμπόνου σκληραγωγίας
καὶ θαυμασίων, Σοφίαν,
ἡμῶν ὡς πρέσβειραν ὑμνήσωμεν.
{mp3}apolytikio_agias_sofias{/mp3}
Μεγαλυνάριον.
Χαίροις, καλλικέλαδε ἀηδὼν
Πόντου καὶ στρουθίον
παρ’ ἑστίαν σεπτῆς Μονῆς
Παναγίας ἄρτι,
Σοφία, ἐν ὑπαίθρῳ
τὸ καλιὰν ἀγώνων
πήξαν, πανθαύμαστε.
{mp3}megalynario_agias_sofias{/mp3}